IG V 1, 1421, Messenia- Kyparissia- 4th/3rd c.
1 [θε]ό̣ς̣.
ε̣[ἴ] τίς κα ἐσάγη<ι> εἰς τὰν τῶν Κυπαρισσιέ-
ω̣ν χώραν, ἐπεί κα ἐξέληται τὰ ἐμπόρια, ἀπ[ο]-
γραψάσθω ποτὶ τοὺς πεντηκοστολόγ[ου]-
5 ς καὶ καταβαλέτω τὰμ πεντηκοστάν, π[ρὶ]-
ν ἀνάγειν τι ἢ πωλεῖν· εἰ δὲ μή̣, ἀποτεισά-
τω δεκαπλόαν· ὅτι δέ τίς κα ἐξάγη<ι> κατὰ
θάλασσαν, ἀπογραψάμενος ποτὶ τοὺς
πεντηκοστολόγους καὶ καταβαλὼν τὰ-
10 ν πεντηκοστά̣ν, ἀντιθέσθω παρακαλέ-
σας τὸμ πεντηκ̣οστολόγον, πρόσθεν
δὲ μὴ ἀντιθέσθω̣· εἰ δὲ μή, ἀποτεισάτω̣
δεκαπλόαν τὰν πεντηκοστὰν κατ[ὰ τ]-
[ὰ]ν̣ σύγγραφον· εἰ δέ τίς κα ὀ̣λιγοτιμάσηι̣,
15 [ἐπ]ι̣καθιξεῖται ὁ̣ πεντηκοστολόγο[ς],
[ὧν κα] χ̣ρ̣ήζηι κατὰ τὰν σ̣ύγγραφο̣[ν].
vacat
Colin G.
"Inscription de Kyparissia",
Bulletin de Correspondence Hellénique XXI (1897), σ. 574–576.